image

Beginning Ancient Greek, LGPSI 2: The Family

LGPSI 2: The Family

https://archive.org/details/lgpsikirkosversionchs1to4/page/n7/mode/2up Κεφάλαιον τὸ δεύτερον I ὁ Γρηγόριος ἀνὴρ Ἑλληνικός ἐστιν. ἡ Εὐγενίᾱ γυνὴ Ἑλληνική ἐστιν. ὁ Ἀλέξιος παῖς Ἑλληνικός ἐστιν. καὶ ὁ Δημήτριος παῖς Ἑλληνικός ἐστιν. ἡ δὲ Εἰρήνη ἐστὶ κόρη Ἑλληνική. καὶ ἡ Σοφίᾱ ἐστὶ κόρη Ἑλληνική.

ὁ Ἀλέξιος καὶ ὁ Δημήτριος οὐκ ἄνδρες, ἀλλὰ παῖδές εἰσιν. ἄνδρες εἰσὶ Γρηγόριος καὶ Σωσίᾱς καὶ Τροχίλος. γυναῖκές εἰσιν Εὐγενίᾱ καὶ Σύρᾱ καὶ Κίλισσα. ἆρα ἡ Σοφίᾱ γυνή; οὐκ ἔστιν γυνή, ἀλλὰ κόρη ἡ Σοφίᾱ.

Γρηγόριος, Εὐγενίᾱ, Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφίᾱ, Σωσίᾱς, Τροχίλος, Κίλισσα, ἐστὶν οἰκίᾱ Ἑλληνική. ὁ μὲν Γρηγόριος πατήρ ἐστιν, ἡ δὲ Εὐγενίᾱ μήτηρ ἐστίν. πατὴρ Ἀλεξίου καὶ Δημητρίου ἐστὶν ὁ Γρηγόριος. ὁ Γρηγόριος καὶ πατήρ ἐστιν τῆς Σοφίας καὶ τῆς Εἰρήνης. μήτηρ Ἀλεξίου καὶ Δημητρίου, Σοφίᾱς καὶ Εἰρήνης ἐστὶν ἡ Εὐγενίᾱ. ὁ δὲ Ἀλέξιος υἱός ἐστιν Γρηγορίου. καὶ υἱὸς Εὐγενίᾱς ἐστὶν ὁ Ἀλέξιος. καὶ ὁ Δημήτριός ἐστιν υἱὸς τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς.

τίς ἐστιν Ἀλέξιος; ὁ Ἀλέξιός ἐστι παῖς Ἑλληνικός. τίς ἐστιν ὁ πατὴρ τοῦ Ἀλεξίου; Γρηγόριος ὁ πατὴρ τοῦ Ἀλεξίου ἐστίν. τίς ἡ μήτηρ τοῦ Ἀλεξίου ἐστίν; ἡ μήτηρ τοῦ Ἀλεξίου ἐστὶν Εὐγενίᾱ. τίς Εἰρήνη ἐστίν; κόρη Ἑλληνική ἐστιν ἡ Εἰρήνη. τίς ἐστιν ἡ μήτηρ τῆς Εἰρήνης; Εὐγενίᾱ ἡ μήτηρ τῆς Εἰρήνης ἐστίν. καὶ ὁ Γρηγόριος πατὴρ τῆς Εἰρήνης ἐστίν. ἡ Εἰρήνη ἐστὶ θυγάτηρ τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς.

τίνες εἰσὶν οἱ υἱοὶ τοῦ Γρηγορίου; οἱ υἱοὶ τοῦ Γρηγορίου εἰσὶν Ἀλέξιος καὶ Δημήτριος. τίνες εἰσὶν αἱ θυγατέρες τῆς Εὐγενίᾱς; αἱ θυγατέρες τῆς Εὐγενίᾱς εἰσὶν Εἰρήνη καὶ Σοφίᾱ. Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφίᾱ εἰσὶ τέσσαρα παιδία. παιδία ἐστιν υἱοὶ καὶ θυγατέρες, ἢ παῖδες καὶ κόραι. ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου εἰσὶ τέσσαρα παιδία, δύο υἱοὶ καὶ δύο θυγατέρες.

ἆρα Σωσίᾱς υἱὸς τοῦ Γρηγορίου; ὁ Σωσίᾱς οὐκ ἔστιν υἱὸς τοῦ Γρηγορίου, ἀλλὰ δοῦλος τοῦ Γρηγορίου ἐστίν. ὁ Γρηγόριος δεσπότης τοῦ Σωσίου ἐστίν. ὁ Γρηγόριός ἐστι δεσπότης τῶν δούλων. ὁ δὲ Σωσίᾱς καὶ ὁ Τροχίλος εἰσὶ δοῦλοι δύο. ὁ δὲ Γρηγόριος ἐστὶ καὶ πατὴρ παιδίων καὶ δεσπότης δούλων.

ἆρα Κίλισσα θυγάτηρ τῆς Εὐγενίᾱς; ἡ Κίλισσα οὐκ ἔστιν θυγάτηρ τῆς Εὐγενίᾱς, ἀλλὰ δούλη τῆς Εὐγενίᾱς ἐστίν. ἡ δὲ Εὐγενίᾱ ἐστί δέσποινα τῆς δούλης, τῆς Κιλίσσης. καὶ ἡ Σύρᾱ ἐστὶ δούλη. καὶ ἡ Σύρᾱ καὶ ἡ Κίλισσά εἰσι δύο δοῦλαι. ἡ δὲ Εὐγενίᾱ δέσποινά ἐστι τῶν δουλῶν.

τίνος δοῦλός ἐστι Τροχίλος; ὁ Τροχίλος τοῦ Γρηγορίου ἐστὶν δοῦλος. τίνος δοῦλός ἐστι Σωσίᾱς; καὶ ὁ Σωσίας τοῦ Γρηγορίου ἐστὶ δοῦλος. τίνος δούλη ἐστὶ Σύρᾱ; ἡ Σύρᾱ ἐστὶ δούλη τῆς Εὐγενίᾱς. καὶ τίνος δούλη ἐστὶ Κίλισσα; τῆς Εὐγενίᾱς ἐστὶ Κίλισσα ἡ δούλη.

πόσα ἔστιν παιδία ἐν τῇ οἰκίᾳ; ἔστι ἐν τῇ οἰκίᾳ τῆς Εὐγενίᾱς καὶ τοῦ Γρηγορίου τέσσαρα παιδία. πόσοι υἱοὶ καὶ πόσαι θυγατέρες; δύο υἱοὶ καὶ δύο θυγατέρες εἰσὶν ἐν τῇ οἰκίᾳ. πόσοι δοῦλοι ἐν τῇ οἰκίᾳ εἰσίν; ἑκατόν; οὐχ ἑκατὸν, ἀλλὰ πεντήκοντα. ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου εἰσὶ πολλοὶ μὲν δοῦλοι, ὀλίγα δὲ παιδία. ὁ δὲ Γρηγόριός ἐστι κῡ́ριος πολλῶν δούλων.

II τὸ δύο καὶ τὸ τρεῖς, καὶ τὸ τέσσαρα, ἀριθμοί εἰσιν. καὶ τὸ ἑκατὸν καὶ τὸ πεντήκοντά εἰσιν ἀριθμοί. ὁ ἀριθμὸς τῶν δούλων ἔστιν πεντήκοντα. ὁ δὲ ἀριθμὸς τῶν παιδίων ἐστὶ τέσσαρα. ὁ μὲν ἀριθμὸς τῶν δούλων μέγας ἐστίν, ὁ δὲ ἀριθμὸς τῶν παιδίων μῑκρός. μέγας μὲν ἀριθμὸς δούλων, μῑκρὸς δὲ ἀριθμὸς παιδίων ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου ἐστίν.

ὁ Γρηγόριός ἐστιν ἀνὴρ Ἑλληνικός. ὁ δὲ Τροχίλος ἐστὶν ἀνὴρ Ῥωμαϊκός, ἀλλὰ δοῦλος. ὁ δὲ Σωσίᾱς ἐστὶν ἀνὴρ Συριακός, ἀνὴρ τῆς Συρίᾱς. ὁ Γρηγόριος οἰκεῖ ἐν τῇ Συρίᾳ. ἡ οἰκίᾱ τοῦ Γρηγορίου ἐστὶν ἐν τῇ Συρίᾳ, ἐν τῇ Ἀντιοχείᾳ. ἡ Ἀντιόχειά ἐστιν πόλις ἐν τῇ Συρίᾳ.

ἆρα μὴ ἡ Εὐγενίᾱ Συριακή; οὐ Συριακή, ἀλλὰ Ἑλληνική ἐστιν. ἆρα μὴ ἡ Κίλισσα Ῥωμαϊκή; οὐ Ῥωμαϊκή, ἀλλὰ Συριακή ἐστιν ἡ Κίλισσα. καὶ Σύρᾱ ἐστί Συριακή. καὶ Κίλισσα καὶ Σύρᾱ εἰσὶ Συριακαί.

III τίς ἐστιν Μάρκος; ὁ Μάρκος ἐστὶν δεσπότης Ῥωμαϊκός. ὁ Μάρκος οἰκεῖ ἐν τῇ Ἀντιοχείᾳ. καὶ ὁ Μάρκος καὶ ὁ Γρηγόριός εἰσι δεσπόται δύο. ὁ δὲ Σωσίᾱς ἐστί δοῦλος τοῦ Γρηγορίου.

Μαρ· τίνος δοῦλός ἐστιν Σωσίᾱς; Γρη· ὁ Σωσίᾱς ἐστὶν δοῦλος ἐμοῦ. Μαρ· ἆρα ὁ Τροχίλος δοῦλός σου; Γρη· ναί, καὶ ὁ Τροχίλος ἐστὶν δοῦλός μου. οἱ δοῦλοί μού εἰσιν Σωσίας καὶ Τροχίλος καὶ πολλοὶ ἄλλοι.

Μαρ· ἆρα ἡ Σύρᾱ δούλη σου; Γρη· ναί, ἡ Σύρᾱ δούλη μού ἐστιν, καὶ ἡ Κίλισσά ἐστιν δούλη ἐμοῦ. αἱ δοῦλαί μού εἰσιν Σύρᾱ καὶ Κίλισσα καὶ πολλαὶ ἄλλαι. ἡ οἰκίᾱ μού ἐστι μεγάλη.

Μαρ· πόσοι δοῦλοί εἰσιν ἐν τῇ οἰκίᾳ σου; Γρη· πεντήκοντα δοῦλοί εἰσιν ἐν τῇ οἰκίᾳ μου. Μαρ· τί; Γρη· ὁ ἀριθμὸς τῶν δούλων μού ἐστιν πεντήκοντα. Μαρ· μόνον πεντήκοντα; ὁ ἀριθμὸς τῶν δούλων σού ἐστιν μῑκρός. ἐν τῇ οἰκίᾳ μου ἑκατὸν δοῦλοί εἰσιν.



Want to learn a language?


Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language {0} is not supported by LingQ

LGPSI 2: The Family

https://archive.org/details/lgpsikirkosversionchs1to4/page/n7/mode/2up Κεφάλαιον τὸ δεύτερον I ὁ Γρηγόριος ἀνὴρ Ἑλληνικός ἐστιν. ἡ Εὐγενίᾱ γυνὴ Ἑλληνική ἐστιν. ὁ Ἀλέξιος παῖς Ἑλληνικός ἐστιν. ⁇ Ἀλέξιος παῖς⁇ λληνικός ἐστιν. καὶ ὁ Δημήτριος παῖς Ἑλληνικός ἐστιν. ἡ δὲ Εἰρήνη ἐστὶ κόρη Ἑλληνική. καὶ ἡ Σοφίᾱ ἐστὶ κόρη Ἑλληνική. καὶ ἡ Σοφίᾱ ἐστὶ κόρη⁇ λληνική.

ὁ Ἀλέξιος καὶ ὁ Δημήτριος οὐκ ἄνδρες, ἀλλὰ παῖδές εἰσιν. ἄνδρες εἰσὶ Γρηγόριος καὶ Σωσίᾱς καὶ Τροχίλος. γυναῖκές εἰσιν Εὐγενίᾱ καὶ Σύρᾱ καὶ Κίλισσα. ἆρα ἡ Σοφίᾱ γυνή; οὐκ ἔστιν γυνή, ἀλλὰ κόρη ἡ Σοφίᾱ.

Γρηγόριος, Εὐγενίᾱ, Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφίᾱ, Σωσίᾱς, Τροχίλος, Κίλισσα, ἐστὶν οἰκίᾱ Ἑλληνική. ὁ μὲν Γρηγόριος πατήρ ἐστιν, ἡ δὲ Εὐγενίᾱ μήτηρ ἐστίν. πατὴρ Ἀλεξίου καὶ Δημητρίου ἐστὶν ὁ Γρηγόριος. ὁ Γρηγόριος καὶ πατήρ ἐστιν τῆς Σοφίας καὶ τῆς Εἰρήνης. μήτηρ Ἀλεξίου καὶ Δημητρίου, Σοφίᾱς καὶ Εἰρήνης ἐστὶν ἡ Εὐγενίᾱ. ὁ δὲ Ἀλέξιος υἱός ἐστιν Γρηγορίου. καὶ υἱὸς Εὐγενίᾱς ἐστὶν ὁ Ἀλέξιος. καὶ ὁ Δημήτριός ἐστιν υἱὸς τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς.

τίς ἐστιν Ἀλέξιος; ὁ Ἀλέξιός ἐστι παῖς Ἑλληνικός. τίς ἐστιν ὁ πατὴρ τοῦ Ἀλεξίου; Γρηγόριος ὁ πατὴρ τοῦ Ἀλεξίου ἐστίν. τίς ἡ μήτηρ τοῦ Ἀλεξίου ἐστίν; ἡ μήτηρ τοῦ Ἀλεξίου ἐστὶν Εὐγενίᾱ. τίς Εἰρήνη ἐστίν; κόρη Ἑλληνική ἐστιν ἡ Εἰρήνη. τίς ἐστιν ἡ μήτηρ τῆς Εἰρήνης; Εὐγενίᾱ ἡ μήτηρ τῆς Εἰρήνης ἐστίν. καὶ ὁ Γρηγόριος πατὴρ τῆς Εἰρήνης ἐστίν. ἡ Εἰρήνη ἐστὶ θυγάτηρ τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς.

τίνες εἰσὶν οἱ υἱοὶ τοῦ Γρηγορίου; οἱ υἱοὶ τοῦ Γρηγορίου εἰσὶν Ἀλέξιος καὶ Δημήτριος. τίνες εἰσὶν αἱ θυγατέρες τῆς Εὐγενίᾱς; αἱ θυγατέρες τῆς Εὐγενίᾱς εἰσὶν Εἰρήνη καὶ Σοφίᾱ. Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφίᾱ εἰσὶ τέσσαρα παιδία. παιδία ἐστιν υἱοὶ καὶ θυγατέρες, ἢ παῖδες καὶ κόραι. ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου εἰσὶ τέσσαρα παιδία, δύο υἱοὶ καὶ δύο θυγατέρες.

ἆρα Σωσίᾱς υἱὸς τοῦ Γρηγορίου; ὁ Σωσίᾱς οὐκ ἔστιν υἱὸς τοῦ Γρηγορίου, ἀλλὰ δοῦλος τοῦ Γρηγορίου ἐστίν. ὁ Γρηγόριος δεσπότης τοῦ Σωσίου ἐστίν. ὁ Γρηγόριός ἐστι δεσπότης τῶν δούλων. ὁ δὲ Σωσίᾱς καὶ ὁ Τροχίλος εἰσὶ δοῦλοι δύο. ὁ δὲ Γρηγόριος ἐστὶ καὶ πατὴρ παιδίων καὶ δεσπότης δούλων.

ἆρα Κίλισσα θυγάτηρ τῆς Εὐγενίᾱς; ἡ Κίλισσα οὐκ ἔστιν θυγάτηρ τῆς Εὐγενίᾱς, ἀλλὰ δούλη τῆς Εὐγενίᾱς ἐστίν. ἡ δὲ Εὐγενίᾱ ἐστί δέσποινα τῆς δούλης, τῆς Κιλίσσης. ἡ δὲ Εὐγενίᾱ ἐστί δέσποινα τῆς δούλης, τῆς Κιλίσσης. καὶ ἡ Σύρᾱ ἐστὶ δούλη. καὶ ἡ Σύρᾱ καὶ ἡ Κίλισσά εἰσι δύο δοῦλαι. ἡ δὲ Εὐγενίᾱ δέσποινά ἐστι τῶν δουλῶν.

τίνος δοῦλός ἐστι Τροχίλος; ὁ Τροχίλος τοῦ Γρηγορίου ἐστὶν δοῦλος. τίνος δοῦλός ἐστι Σωσίᾱς; καὶ ὁ Σωσίας τοῦ Γρηγορίου ἐστὶ δοῦλος. τίνος δούλη ἐστὶ Σύρᾱ; ἡ Σύρᾱ ἐστὶ δούλη τῆς Εὐγενίᾱς. καὶ τίνος δούλη ἐστὶ Κίλισσα; τῆς Εὐγενίᾱς ἐστὶ Κίλισσα ἡ δούλη.

πόσα ἔστιν παιδία ἐν τῇ οἰκίᾳ; ἔστι ἐν τῇ οἰκίᾳ τῆς Εὐγενίᾱς καὶ τοῦ Γρηγορίου τέσσαρα παιδία. πόσοι υἱοὶ καὶ πόσαι θυγατέρες; δύο υἱοὶ καὶ δύο θυγατέρες εἰσὶν ἐν τῇ οἰκίᾳ. πόσοι δοῦλοι ἐν τῇ οἰκίᾳ εἰσίν; ἑκατόν; οὐχ ἑκατὸν, ἀλλὰ πεντήκοντα. ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου εἰσὶ πολλοὶ μὲν δοῦλοι, ὀλίγα δὲ παιδία. ὁ δὲ Γρηγόριός ἐστι κῡ́ριος πολλῶν δούλων.

II τὸ δύο καὶ τὸ τρεῖς, καὶ τὸ τέσσαρα, ἀριθμοί εἰσιν. II τὸ δύο καὶ τὸ τρεῖς, καὶ τὸ τέσσαρα, ἀριθμοί εἰσιν. καὶ τὸ ἑκατὸν καὶ τὸ πεντήκοντά εἰσιν ἀριθμοί. ὁ ἀριθμὸς τῶν δούλων ἔστιν πεντήκοντα. ὁ δὲ ἀριθμὸς τῶν παιδίων ἐστὶ τέσσαρα. ὁ μὲν ἀριθμὸς τῶν δούλων μέγας ἐστίν, ὁ δὲ ἀριθμὸς τῶν παιδίων μῑκρός. μέγας μὲν ἀριθμὸς δούλων, μῑκρὸς δὲ ἀριθμὸς παιδίων ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου ἐστίν.

ὁ Γρηγόριός ἐστιν ἀνὴρ Ἑλληνικός. ὁ δὲ Τροχίλος ἐστὶν ἀνὴρ Ῥωμαϊκός, ἀλλὰ δοῦλος. ὁ δὲ Τροχίλος ἐστὶν ἀνὴρ Ῥωμαϊκός, ἀλλὰ δοῦλος. ὁ δὲ Σωσίᾱς ἐστὶν ἀνὴρ Συριακός, ἀνὴρ τῆς Συρίᾱς. ὁ Γρηγόριος οἰκεῖ ἐν τῇ Συρίᾳ. ἡ οἰκίᾱ τοῦ Γρηγορίου ἐστὶν ἐν τῇ Συρίᾳ, ἐν τῇ Ἀντιοχείᾳ. ⁇ οἰκίᾱ τοῦ Γρηγορίου ἐστὶν ἐν τῇ Συρίᾳ, ἐν τῇ Ἀντιοχείᾳ. ἡ Ἀντιόχειά ἐστιν πόλις ἐν τῇ Συρίᾳ.

ἆρα μὴ ἡ Εὐγενίᾱ Συριακή; οὐ Συριακή, ἀλλὰ Ἑλληνική ἐστιν. ἆρα μὴ ἡ Κίλισσα Ῥωμαϊκή; οὐ Ῥωμαϊκή, ἀλλὰ Συριακή ἐστιν ἡ Κίλισσα. καὶ Σύρᾱ ἐστί Συριακή. καὶ Κίλισσα καὶ Σύρᾱ εἰσὶ Συριακαί.

III τίς ἐστιν Μάρκος; ὁ Μάρκος ἐστὶν δεσπότης Ῥωμαϊκός. ὁ Μάρκος οἰκεῖ ἐν τῇ Ἀντιοχείᾳ. καὶ ὁ Μάρκος καὶ ὁ Γρηγόριός εἰσι δεσπόται δύο. ὁ δὲ Σωσίᾱς ἐστί δοῦλος τοῦ Γρηγορίου.

Μαρ· τίνος δοῦλός ἐστιν Σωσίᾱς; Γρη· ὁ Σωσίᾱς ἐστὶν δοῦλος ἐμοῦ. Μαρ· ἆρα ὁ Τροχίλος δοῦλός σου; Γρη· ναί, καὶ ὁ Τροχίλος ἐστὶν δοῦλός μου. οἱ δοῦλοί μού εἰσιν Σωσίας καὶ Τροχίλος καὶ πολλοὶ ἄλλοι. οἱ δοῦλοί μού εἰσιν Σωσίας καὶ Τροχίλος καὶ πολλοὶ ἄλλοι.

Μαρ· ἆρα ἡ Σύρᾱ δούλη σου; Γρη· ναί, ἡ Σύρᾱ δούλη μού ἐστιν, καὶ ἡ Κίλισσά ἐστιν δούλη ἐμοῦ. αἱ δοῦλαί μού εἰσιν Σύρᾱ καὶ Κίλισσα καὶ πολλαὶ ἄλλαι. ἡ οἰκίᾱ μού ἐστι μεγάλη.

Μαρ· πόσοι δοῦλοί εἰσιν ἐν τῇ οἰκίᾳ σου; Γρη· πεντήκοντα δοῦλοί εἰσιν ἐν τῇ οἰκίᾳ μου. Μαρ· τί; Γρη· ὁ ἀριθμὸς τῶν δούλων μού ἐστιν πεντήκοντα. Μαρ· μόνον πεντήκοντα; ὁ ἀριθμὸς τῶν δούλων σού ἐστιν μῑκρός. ἐν τῇ οἰκίᾳ μου ἑκατὸν δοῦλοί εἰσιν.

×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.