Oedipus Coloneus 579-599, Rouse
579 Θησεύς ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;
580 Οἰδίπους χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.
Θησεύς ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;
Οἰδίπους ὅταν θάνω ᾽γὼ καὶ σύ μου ταφεὺς γένῃ
Θησεύς τὰ λοίσθι᾽ αἰτεῖ τοῦ βίου, τὰ δ᾽ ἐν μέσῳ
ἢ λῆστιν ἴσχεις ἢ δι᾽ οὐδενὸς ποεῖ.
585 Οἰδίπους ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.
Θησεύς ἀλλ᾽ ἐν βραχεῖ δὴ τήνδε μ᾽ ἐξαιτεῖ χάριν.
Οἰδίπους ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.
Θησεύς πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;--
Οἰδίπους κεῖνοι κομίζειν κεῖσ᾽ ἄναξ, χρῄζουσί με.
590 Θησεύς ἀλλ᾽ εἰ θέλοντά γ᾽ οὐδὲ σοὶ φεύγειν καλόν.
Οἰδίπους ἀλλ᾽ οὐδ᾽, ὅτ᾽ αὐτὸς ἤθελον, παρίεσαν.
Θησεύς ὦ μῶρε, θυμὸς δ᾽ ἐν κακοῖς οὐ ξύμφορον.
Οἰδίπους ὅταν μάθῃς μου, νουθέτει, τανῦν δ᾽ ἔα.
Θησεύς δίδασκ᾽· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.
595 Οἰδίπους πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά
Θησεύς ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;
Οἰδίπους οὐ δῆτ᾽, ἐπεὶ πᾶς τοῦτό γ᾽ Ἑλλήνων θροεῖ.
Θησεύς τί γὰρ τὸ μεῖζον ἢ κατ᾽ ἄνθρωπον νοσεῖς;
Οἰδίπους οὕτως ἔχει μοι.