×
Usamos cookies para ayudar a mejorar LingQ. Al visitar este sitio, aceptas nuestras
politicas de cookie.
Greek Readings 2, Oedipus at Colonus 1-13, Stratakis
Oedipus at Colonus 1-13, Stratakis
Οἰδίπους
01 τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας
02 χώρους ἀφίγμεθ᾽ ἢ τίνων ἀνδρῶν πόλιν;
03 τίς τὸν πλανήτην Οἰδίπουν καθ᾽ ἡμέραν
04 τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;
05 σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ᾽ ἔτι
06 μεῖον φέροντα, καὶ τόδ᾽ ἐξαρκοῦν ἐμοί:
07 στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν
08 μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.
09 ἀλλ᾽, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις
10 ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,
11 στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα
12 ὅπου ποτ᾽ ἐσμέν: μανθάνειν γὰρ ἥκομεν
13 ξένοι πρὸς ἀστῶν, ἃν δ᾽ ἀκούσωμεν τελεῖν.

02 χώρους ἀφίγμεθ ἢ τίνων ἀνδρῶν πόλιν;