Medea 364-409, Cambridge
Μηδεα:
364 κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
365 ἀλλ΄ οὔτι ταύτῃ ταῦτα͵ μὴ δοκεῖτέ πω.
366 ἔτ΄ εἴσ΄ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
367 καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
368 δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε͵
369 εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
370 οὐδ΄ ἂν προσεῖπον οὐδ΄ ἂν ἡψάμην χεροῖν.
371 ὃ δ΄ ἐς τοσοῦτον μωρίας ἀφίκετο͵
372 ὥστ΄ ἐξὸν αὐτῷ τἄμ΄ ἑλεῖν βουλεύματα
373 γῆς ἐκβαλόντι͵ τήνδ΄ ἀφῆκεν ἡμέραν
374 μεῖναί μ΄͵ ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
375 θήσω͵ πατέρα τε καὶ κόρην πόσιν τ΄ ἐμόν.
376 πολλὰς δ΄ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς͵
377 οὐκ οἶδ΄ ὁποίᾳ πρῶτον ἐγχειρῶ͵ φίλαι·
378 πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί͵
379 ἢ θηκτὸν ὤσω φάσγανον δι΄ ἥπατος͵
380 σιγῇ δόμους ἐσβᾶσ΄͵ ἵν΄ ἔστρωται λέχος.
381 ἀλλ΄ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι
382 δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη͵
383 θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
384 κράτιστα τὴν εὐθεῖαν͵ ᾗ πεφύκαμεν
385 σοφαὶ μάλιστα͵ φαρμάκοις αὐτοὺς ἑλεῖν.
386 εἶἑν. καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
387 τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
388 ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
389 οὐκ ἔστι. μείνασ΄ οὖν ἔτι σμικρὸν χρόνον͵
390 ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ͵
391 δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·
392 ἢν δ΄ ἐξελαύνῃ ξυμφορά μ΄ ἀμήχανος͵
393 αὐτὴ ξίφος λαβοῦσα͵ κεἰ μέλλω θανεῖν͵
394 κτενῶ σφε͵ τόλμης δ΄ εἶμι πρὸς τὸ καρτερόν.
395 οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
396 μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην͵
397 Ἑκάτην͵ μυχοῖς ναίουσαν ἑστίας ἐμῆς͵
398 χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
399 πικροὺς δ΄ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους͵
400 πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.
401 ἀλλ΄ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι͵
402 Μήδεια͵ βουλεύουσα καὶ τεχνωμένη·
403 ἕρπ΄ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
404 ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ΄ ὀφλεῖν
405 τοῖς Σισυφείοις τοῖς τ΄ Ἰάσονος γάμοις͵
406 γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ΄ ἄπο.
407 ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
408 γυναῖκες͵ ἐς μὲν ἔσθλ΄ ἀμηχανώταται͵
409 κακῶν δὲ πάντων τέκτονες σοφώταται.