Homer, Iliad 1, 1-16 W H D Rouse
1 Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
2 οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε,
3 πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
4 ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5 οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή,
6 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
7 Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
8 Tίς τ᾿ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
9 Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
10 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
11 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
12 Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
13 λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα,
14 στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηϐόλου Ἀπόλλωνος
15 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
16 Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·