Demosthenes Olynthiacs 1.1., Rouse
ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι,χρημάτων
ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο
τὸ μέλλον συνοίσειν τῇ πόλει περὶ ὧν νυνὶ
σκοπεῖτε. ὅτε τοίνυν τοῦθ᾽ οὕτως ἔχει,
προσήκει προθύμως ἐθέλειν ἀκούειν τῶν
βουλομένων συμβουλεύειν: οὐ γὰρ μόνον εἴ τι
χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτ᾽ ἂν ἀκούσαντες
λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω
πολλὰ τῶν δεόντων ἐκ τοῦ παραχρῆμ᾽ ἐνίοις ἂν
ἐπελθεῖν εἰπεῖν, ὥστ᾽ ὁ μὲν οὖν παρὼν καιρός,
ὦ ἄνδρες Ἀθηναῖοι,μόνον οὐχὶ λέγει φωνὴν
ἀφιεὶς ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς
ἀντιληπτέον ἐστίν, εἴπερ ὑπὲρ σωτηρίας αὐτῶν
φροντίζετε: ἡμεῖς δ᾽ οὐκ οἶδ᾽ ὅντινά μοι δοκοῦμεν
ἔχειν τρόπον πρὸς αὐτά. ἔστι δὴ τά γ᾽ ἐμοὶ
δοκοῦντα, ψηφίσασθαι μὲν ἤδη τὴν βοήθειαν,
καὶ παρασκευάσασθαι τὴν ταχίστην ὅπως
ἐνθένδε βοηθήσετε (καὶ μὴ πάθητε ταὐτὸν
ὅπερ καὶ πρότερον), πρεσβείαν δὲ πέμπειν,
ἥτις ταῦτ᾽ ἐρεῖ καὶ παρέσται τοῖς πράγμασιν:
[3] ὡς ἔστι μάλιστα τοῦτο δέος, μὴ πανοῦργος
ὢν καὶ δεινὸς ἅνθρωπος πράγμασι χρῆσθαι,
τὰ μὲν εἴκων, ἡνίκ᾽ ἂν τύχῃ, τὰ δ᾽ ἀπειλῶν
(ἀξιόπιστος δ᾽ ἂν εἰκότως φαίνοιτο),
τὰ δ᾽ἡμᾶς διαβάλλων καὶ τὴν ἀπουσίαν
τὴν ἡμετέραν, τρέψηται καὶ παρασπάσηταί
τι τῶν ὅλων πραγμάτων.