104 περι-ιὼν τὸν νεὼν κύκλῳ
ἐξ-ῄρει τοὺς στρουθοὺς
106 καὶ ὅσα ἄλλα γένη ὀρνίθων
ἦν νενεοττευμένα ἐν τῷ νεῷ.
αὐτοῦ δὲ ποιοῦντος ταῦτα,
106 φωνὴ ἐγένετο ἐκ τοῦ ἀ-δύτου
λέγουσα τάδε :
107 “ Ἀν-οσιῶτατε ἀνθρώπων,
τί τολμᾷς ποιεῖν τάδε ;
108 κεραίζεις τοὺς ἱκέτας μου ἐκ τοῦ νεὼ;”
109 Ἀριστόδικος δὲ οὐκ ἀπορήσας
εἶπεν πρός ταῦτα ·“ Ὦναξ,
110 αὐτὸς μὲν βοηθεῖς τοῖς ἱκέταις οὕτω,
κελεύεις δὲ Κυμαίους
ἐκδιδόναι τὸν ἱκὲτην.”
ὁ δὲ θεὸς αὐθις ἠμείψατο τοῖσδε·
111 “Ναὶ κελεύω,
ἵνα γε ἀ-σεβήσαντες
ἀπ-όλησθε θᾶσσον ,
112 ὡς μὴ τὸ λοιπὸν
ἔλθητε ἐπὶ τὸ χρηστήριον
περὶ ἐκ-δόσεως ἱκετῶν.»