44 Ἔστιν ἐν τῇ Ἀπολλωνίᾳ
πρόβατα ἱερὰ ἡλίου,
45 ἃ τὰς μέν ἡμέρας
βόσκεται παρὰ τινα ποταμόν,
τὰς δὲ νύκτας ᾔρημένοι ἄνδρες,
46 οἱ δοκιμώτατοι τῶν ἀστῶν
πλοῦτῳ τε καὶ γένει,
φυλάττουσιν ἕκαστος ἐνιαυτὸν ·
γὰρ δὴ οἱ Ἀπολλωνιαται
47 ποιοῦνται περὶ πολλοῦ ταῦτα τὰ πρόβατα
48 ἐκ τινός θεοπροπίου·
αὐλίζονται δὲ ἐν ἄντρῳ
ἑκάς ἀπὸ τῆς πόλεως.
49 ἔνθα δὴ οὗτος ὁ Εὐήνιος
ᾔρημένος τότε ἐφύλασσε.
Καί ποτε αὐτοῦ κατα-κοιμηθέντος
50 λύκοι εἰσ-ελθόντες εἰς τὸ ἄντρον ,
51 δι-έφθειραν τῶν προβάτων
ὡς ἑξήκοντα.
ὁ δὲ ὡς ᾔσθετο
εἶχε σιγῇ καὶ ἔφραζεν οὐδενί,
52 ἔχων ἐν νῷ
πριάμενος ἄλλα ἀντι-κατα-στήσειν.