1. Amasis 1-16, Icebreaker 1
1 Ἀπρίου δὲ καθ-ῃρημένου
Ἀμασις ἐβασίλευσεν.
τὰ μὲν δὴ πρῶτα
2 Αἰγύπτιοι κατ-ώνοντο τόν Ἀμασιν,
καὶ ἦγον ἐν οὐδεμίᾳ μεγάλῃ μοίρᾳ,
3 ἅτε δὴ ὄντα τὸ πρὶν δημότην,
καὶ οἰκίας οὐκ ἐπι-φανοῦς·
4 μετὰ δὲ
ὁ Ἀμασις προσ-ηγάγετο αὐτοὺς
σοφίᾳ, οὐκ ἀγνωμοσύνῃ.
5 ἦν αὐτῷ μυρία ἄλλα ἀγαθὰ
τε καὶ χρυσοῦς ποδανιπτὴρ ,
ἐν ᾧ ὁ Ἀμασις αὐτός
τε καὶ πάντες οἱ δαιτυμόνες
ἐν-απ-ενίζοντο τοὺς πόδας ἑκάστοτε.
7 κατα-κόψας τοῦτον οὖν,
ἐποιήσατο ἐξ αὐτοῦ ἄγαλμα δαίμονος,
καὶ ἴδρυσεν
8 ὅπου ἦν ἐπιτηδειότατον·
οἱ δὲ Αἰγύπτιοι
φοιτῶντες πρὸς τὸ ἄγαλμα
ἐσεβοντο μεγάλως.
[ n.b. to see a translation click the icon
just below the title ]