1. Amasis 1-16, FINAL
1 Ἀπρίου δὲ καθῃρημένου ἐβασίλευσεν Ἀμασις.
2. τὰ μὲν δὴ πρῶτα κατώνοντο τόν Ἀμασιν Αἰγύπτιοι, καὶ ἐν οὐδεμίᾳ μοίρᾳ μεγάλῃ ἦγον, ἅτε δὴ δημότην τὸ πρὶν ὄντα, καὶ οἰκίας οὐκ ἐπιφανοῦς·
4 μετὰ δὲ σοφίᾳ αὐτοὺς ὁ Ἀμασις οὐκ ἀγνωμοσύνῃ προσηγάγετο.
5 ἦν αὐτῷ ἄλλα τε ἀγαθὰ μυρία καὶ ποδανιπτὴρ χρυσοῦς ἐν ᾧ αὐτός τε ὁ Ἀμασις καὶ οἱ δαιτυμόνες πάντες τοὺς πόδας ἑκάστοτε ἐν-απ-ενίζοντο.
7. τοῦτον οὖν κατακόψας ἄγαλμα δαίμονος ἐξ αὐτοῦ ἐποιήσατο, καὶ ἴδρυσεν ὅπου ἦν ἐπιτηδειότατον·
οἱ δὲ Αἰγύπτιοι φοιτῶντες πρὸς τὸ ἄγαλμα ἐσεβοντο μεγάλως.
9. μαθὼν δὲ ὁ Ἀμασις συγκαλέσας Αἰγυπτίους ἐξέφηνε
10 φὰς ἐκ τοῦ ποδανιπτῆρος τὸ ἄγαλμα γεγονέναι, εἰς ὃν πρότερον μὲν οἱ Αἰγύπτιοι ἐνεμοῖέν τε καὶ πόδας ἐναπονίζοιντο, τότε δὲ μεγάλως σέβοιντο.
ἤδη οὖν, ἔφη λέγων, ὁμοίως αὐτὸς τῷ ποδανιπτῆρι πεπραγέναι· εἰ γὰρ πρότερον εἴη δημότης, ὅμως ἐν τῷ παρόντι εἶναι αὐτῶν βασιλεύς·
15 καὶ τιμᾶν τε καὶ προμηθεῖσθαι ἑαυτοῦ ἐκέλευε.
16 τοιούτῳ μὲν τρόπῳ προσ-ηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν.