1.4 The Man-trap and the Fratricide
πάγας γὰρ προστάξας τοῖς οἰκέταις ἐργάζεσθαι, διέστησε μὲν ταύτας περὶ τᾶ ἀγγεῖα ἐν οἳς ἐνῆν τᾰ χρήματα
οἱ δὲ φῶρες ἦλθον, ὥσπερ ἐν τῷ πρὸ τοῦ χρόνῳ· καὶ ὁ μέν αὐτῶν, ἐνδὺς εἰς τὸν θησαυρὸν, ἐπεὶ πρὸς τὸ ἄγγος προσῆλθε, εὐθὺς ἐνείχετο τῇ πάγῃ·
ὡς δὲ ὲγνω τὸ κακὸν οἷον ἦν, εὐθὺς τὸν ἀδελφὸν ἐκάλεσε καὶ, τὰ παρόντα δηλώσας, ἐκέλευσεν αὐτὸν ὡς τάχιστα ἐσδύντα ἀποτέμνειν ἑαυτοῦ τὴν κεφαλήν·
ἐφοβεῖτο γὰρ που μῆ αὐτὸς, ὀφθείς τε καὶ γνωρισθεὶς ὅστις εἴη, προσαπολέσειε καὶ τὸν ἀδελφόν·
ἐκεῖνος οὖν εὖ τε λέγειν αὐτὸν ἐνόμισε καὶ πεισθεὶς ταῦτα ἐποίησε·
μετὰ δὲ ταῦτα καθαρμόσας τὸν λίθον, ἀπῄει ἐπ' οἴκου, φέρων τὴν τοῦ ἀδελφοῦ κεφαλήν.