1.3 The Keystone
Οἱ δὲ υἱοὶ οὐ πολὺν δὴ χρόνον μέλλοντες, ἐπῆλθον νυκτὸς ἐπὶ τὰ βασίλεια·
ἀνευρόντες δὲ τὸν λίθον ἐπὶ τῷ οἰκοδομήματι, καὶ ῥᾳδίως δὴ μεταχειρισάμενοι τὸ πρᾶγμα, τῶν χρημάτων πολλὰ ἐξηνέγκοντο.
ὁ δὲ αὐ βασιλεὺς, ὡς ἔτυχεν ἀνοίξας τὸ οἴκημα, ἐθαύμασε μὲν, ὡς εἰκὸς, τὰ ἀγγεῖα ἐνδεέστερα ἰδὼν, ὅμως δὲ οὐκ εἴχεν οὐδένα αἰτιάσασθαι τῆς κλοπῆς · τά τε γὰρ σήμαντρα σῶα ἦν τό τε οἴκημα κεκλειμένον·
ὡς δὲ αὐτῷ, και δὶς καὶ τρὶς ἀνοίξαντι, ἀεὶ ἐλάσσω ἐφαίνετο τᾶ χρήματα (οἱ γὰρ κλέπται οὐκ ἐπαύοντο ὑφαιροῦντες), τότε δῆ τάδε ἐποίησε.