1.2 A Piece of Free-masonry
Χρόνῳ δὲ ὁ οἰκοδόμος, ἠδη τὸν βίον τελευτῶν, μετεπέμψατο τοὺς παῖδας (δύο γὰρ αὐτῷ ἦσαν) καὶ ἔλεγε τοιάδε·
“Βουλόμενος μὲν, ὦ παῖδες, τὸν βίοτον ὑμῖν ἄφθονον γενέσθαι, αὐτὸς δὲ οὐκ ἔχων ὁπόθεν λίποιμί τι τοῖς παισὶν, ἀλλοθέν ποθεν ἁλις ὑμῖν ηὕρηκα·'' εἰπὼν δὲ ταῦτα, ἐξηγήσατό τε τὰ περὶ τὴν ἐξαίρεσιν τοῦ λίθου και διῆλθεν αὐτοῐς τὰ μέτρα αὐτοῦ, λέγων ὅτι,
“ εἰ ταῦτα διαφυλάσσοιντο, αὐτοὶ δὴ ταμίαι τῶν τοῦ βασιλέως χρημάτων ἔσοιντο.”
ὁ μὲν δη οἰκοδόμος ἐτελεύτησε τὸν βίον·