1.1 The Treasure-house is Built.
Ῥαμψίνιτός ποτε ἐγένετο βασιλεὺς τῶν Αἰγυπτίων·
πλοῦτος δὲ ἦν τούτῳ τῷ βασιλεῖ τοσοῦτος, ὅσος οὐδενὶ τῶν ὕστερον βασιλέων·
βουλόμενος δὲ ὁ Ῥαμψίνιτος ἀσφαλῶς τὰ χρήματα φυλάττειν, ᾠκοδομεῖτο οἴκημα λίθινον·
εἵς δὲ τῶν τοίχων τούτου τοῦ οἰκήματος ἐτέτραπτο πρὸς τὰ ἔξω τῆς οἰκίας·
καὶ ὁ ἐργαζόμενος ἐπεβούλευε ῥᾳδίως μεταχειρίσασθαι τὸ πρᾶγμα, εἰ τι καὶ κλέψαι βούλοιτο·
ἕνα οὖν τῶν λίθων οὕτω παρεσκευάσατο ὥστε ἢ δύο ἄνδρας ἢ καὶ ἕνα ῥᾳδίως δύνασθαι ἐξαιρεῖν ἐκ τοῦ τοίχου·
ὡς δ' οὖν ἐτελέσθη τὸ οἴκημα, ὁ μὲν βασιλεὺς κατέθετο τὰ χρήματα εἰς αὐτό·