image

Greek Readings 2, Oedipus Coloneus 579-599, Rouse

Oedipus Coloneus 579-599, Rouse

579 Θησεύς ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;

580 Οἰδίπους χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.

Θησεύς ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;

Οἰδίπους ὅταν θάνω ᾽γὼ καὶ σύ μου ταφεὺς γένῃ

Θησεύς τὰ λοίσθι᾽ αἰτεῖ τοῦ βίου, τὰ δ᾽ ἐν μέσῳ

ἢ λῆστιν ἴσχεις ἢ δι᾽ οὐδενὸς ποεῖ.

585 Οἰδίπους ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.

Θησεύς ἀλλ᾽ ἐν βραχεῖ δὴ τήνδε μ᾽ ἐξαιτεῖ χάριν.

Οἰδίπους ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.

Θησεύς πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;--

Οἰδίπους κεῖνοι κομίζειν κεῖσ᾽ ἄναξ, χρῄζουσί με.

590 Θησεύς ἀλλ᾽ εἰ θέλοντά γ᾽ οὐδὲ σοὶ φεύγειν καλόν.

Οἰδίπους ἀλλ᾽ οὐδ᾽, ὅτ᾽ αὐτὸς ἤθελον, παρίεσαν.

Θησεύς ὦ μῶρε, θυμὸς δ᾽ ἐν κακοῖς οὐ ξύμφορον.

Οἰδίπους ὅταν μάθῃς μου, νουθέτει, τανῦν δ᾽ ἔα.

Θησεύς δίδασκ᾽· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.

595 Οἰδίπους πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά

Θησεύς ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;

Οἰδίπους οὐ δῆτ᾽, ἐπεὶ πᾶς τοῦτό γ᾽ Ἑλλήνων θροεῖ.

Θησεύς τί γὰρ τὸ μεῖζον ἢ κατ᾽ ἄνθρωπον νοσεῖς;

Οἰδίπους οὕτως ἔχει μοι.



Want to learn a language?


Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language learning online @ LingQ

Oedipus Coloneus 579-599, Rouse

579  Θησεύς      ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;

580  Οἰδίπους   χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.

Θησεύς     ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;

Οἰδίπους   ὅταν θάνω ᾽γὼ καὶ σύ μου ταφεὺς γένῃ

Θησεύς    τὰ λοίσθι᾽ αἰτεῖ τοῦ βίου, τὰ δ᾽ ἐν μέσῳ

ἢ λῆστιν ἴσχεις ἢ δι᾽ οὐδενὸς ποεῖ.

585 Οἰδίπους    ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.

Θησεύς     ἀλλ᾽ ἐν βραχεῖ δὴ τήνδε μ᾽ ἐξαιτεῖ χάριν.

Οἰδίπους   ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.

Θησεύς   πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;--

Οἰδίπους   κεῖνοι κομίζειν κεῖσ᾽ ἄναξ, χρῄζουσί με.

590  Θησεύς   ἀλλ᾽ εἰ θέλοντά γ᾽ οὐδὲ σοὶ φεύγειν καλόν.

Οἰδίπους   ἀλλ᾽ οὐδ᾽, ὅτ᾽ αὐτὸς ἤθελον, παρίεσαν.

Θησεύς   ὦ μῶρε, θυμὸς δ᾽ ἐν κακοῖς οὐ ξύμφορον.

Οἰδίπους    ὅταν μάθῃς μου, νουθέτει, τανῦν δ᾽ ἔα.

Θησεύς    δίδασκ᾽· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.

595 Οἰδίπους  πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά

Θησεύς   ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;

Οἰδίπους  οὐ δῆτ᾽, ἐπεὶ πᾶς τοῦτό γ᾽ Ἑλλήνων θροεῖ.

Θησεύς   τί γὰρ τὸ μεῖζον ἢ κατ᾽ ἄνθρωπον νοσεῖς;

Οἰδίπους  οὕτως ἔχει μοι.

×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.