×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.


image

Greek Readings 2, Oedipus at Colonus 1-13, Stratakis

Oedipus at Colonus 1-13, Stratakis

Οἰδίπους

01 τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας 02 χώρους ἀφίγμεθ᾽ ἢ τίνων ἀνδρῶν πόλιν; 03 τίς τὸν πλανήτην Οἰδίπουν καθ᾽ ἡμέραν 04 τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν; 05 σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ᾽ ἔτι 06 μεῖον φέροντα, καὶ τόδ᾽ ἐξαρκοῦν ἐμοί: 07 στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν 08 μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.

09 ἀλλ᾽, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις 10 ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, 11 στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα 12 ὅπου ποτ᾽ ἐσμέν: μανθάνειν γὰρ ἥκομεν 13 ξένοι πρὸς ἀστῶν, ἃν δ᾽ ἀκούσωμεν τελεῖν.


Oedipus at Colonus 1-13, Stratakis

Οἰδίπους

01 τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας 01 τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας 02 χώρους ἀφίγμεθ᾽ ἢ τίνων ἀνδρῶν πόλιν; 02 χώρους ἀφίγμεθ ἢ τίνων ἀνδρῶν πόλιν; 03 τίς τὸν πλανήτην Οἰδίπουν καθ᾽ ἡμέραν 04 τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν; 05 σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ᾽ ἔτι 06 μεῖον φέροντα, καὶ τόδ᾽ ἐξαρκοῦν ἐμοί: 07 στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν 08 μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.

09 ἀλλ᾽, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις 10 ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, 11 στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα 12 ὅπου ποτ᾽ ἐσμέν: μανθάνειν γὰρ ἥκομεν 13 ξένοι πρὸς ἀστῶν, ἃν δ᾽ ἀκούσωμεν τελεῖν.