image

Greek Readings 2, Medea 364-409, Cambridge

Medea 364-409, Cambridge

Μηδεα:

364 κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;

365 ἀλλ΄ οὔτι ταύτῃ ταῦτα͵ μὴ δοκεῖτέ πω.

366 ἔτ΄ εἴσ΄ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις

367 καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.

368 δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε͵

369 εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;

370 οὐδ΄ ἂν προσεῖπον οὐδ΄ ἂν ἡψάμην χεροῖν.

371 ὃ δ΄ ἐς τοσοῦτον μωρίας ἀφίκετο͵

372 ὥστ΄ ἐξὸν αὐτῷ τἄμ΄ ἑλεῖν βουλεύματα

373 γῆς ἐκβαλόντι͵ τήνδ΄ ἀφῆκεν ἡμέραν

374 μεῖναί μ΄͵ ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς

375 θήσω͵ πατέρα τε καὶ κόρην πόσιν τ΄ ἐμόν.

376 πολλὰς δ΄ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς͵

377 οὐκ οἶδ΄ ὁποίᾳ πρῶτον ἐγχειρῶ͵ φίλαι·

378 πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί͵

379 ἢ θηκτὸν ὤσω φάσγανον δι΄ ἥπατος͵

380 σιγῇ δόμους ἐσβᾶσ΄͵ ἵν΄ ἔστρωται λέχος.

381 ἀλλ΄ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι

382 δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη͵

383 θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.

384 κράτιστα τὴν εὐθεῖαν͵ ᾗ πεφύκαμεν

385 σοφαὶ μάλιστα͵ φαρμάκοις αὐτοὺς ἑλεῖν.

386 εἶἑν. καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;

387 τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους

388 ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;

389 οὐκ ἔστι. μείνασ΄ οὖν ἔτι σμικρὸν χρόνον͵

390 ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ͵

391 δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·

392 ἢν δ΄ ἐξελαύνῃ ξυμφορά μ΄ ἀμήχανος͵

393 αὐτὴ ξίφος λαβοῦσα͵ κεἰ μέλλω θανεῖν͵

394 κτενῶ σφε͵ τόλμης δ΄ εἶμι πρὸς τὸ καρτερόν.

395 οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω

396 μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην͵

397 Ἑκάτην͵ μυχοῖς ναίουσαν ἑστίας ἐμῆς͵

398 χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.

399 πικροὺς δ΄ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους͵

400 πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.

401 ἀλλ΄ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι͵

402 Μήδεια͵ βουλεύουσα καὶ τεχνωμένη·

403 ἕρπ΄ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.

404 ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ΄ ὀφλεῖν

405 τοῖς Σισυφείοις τοῖς τ΄ Ἰάσονος γάμοις͵

406 γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ΄ ἄπο.

407 ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν

408 γυναῖκες͵ ἐς μὲν ἔσθλ΄ ἀμηχανώταται͵

409 κακῶν δὲ πάντων τέκτονες σοφώταται.



Want to learn a language?


Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language learning online @ LingQ

Medea 364-409, Cambridge

Μηδεα:

364 κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;

365  ἀλλ΄ οὔτι ταύτῃ ταῦτα͵ μὴ δοκεῖτέ πω.

366  ἔτ΄ εἴσ΄ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις

367  καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.

368  δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε͵

369  εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;

370  οὐδ΄ ἂν προσεῖπον οὐδ΄ ἂν ἡψάμην χεροῖν.

371  ὃ δ΄ ἐς τοσοῦτον μωρίας ἀφίκετο͵

372  ὥστ΄ ἐξὸν αὐτῷ τἄμ΄ ἑλεῖν βουλεύματα

373  γῆς ἐκβαλόντι͵ τήνδ΄ ἀφῆκεν ἡμέραν

374  μεῖναί μ΄͵ ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς

375  θήσω͵ πατέρα τε καὶ κόρην πόσιν τ΄ ἐμόν.

376  πολλὰς δ΄ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς͵

377  οὐκ οἶδ΄ ὁποίᾳ πρῶτον ἐγχειρῶ͵ φίλαι·

378  πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί͵

379  ἢ θηκτὸν ὤσω φάσγανον δι΄ ἥπατος͵

380  σιγῇ δόμους ἐσβᾶσ΄͵ ἵν΄ ἔστρωται λέχος.

381  ἀλλ΄ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι

382  δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη͵

383  θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.

384  κράτιστα τὴν εὐθεῖαν͵ ᾗ πεφύκαμεν

385  σοφαὶ μάλιστα͵ φαρμάκοις αὐτοὺς ἑλεῖν.

386  εἶἑν. καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;

387  τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους

388  ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;

389  οὐκ ἔστι. μείνασ΄ οὖν ἔτι σμικρὸν χρόνον͵

390  ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ͵

391  δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·

392  ἢν δ΄ ἐξελαύνῃ ξυμφορά μ΄ ἀμήχανος͵

393  αὐτὴ ξίφος λαβοῦσα͵ κεἰ μέλλω θανεῖν͵

394  κτενῶ σφε͵ τόλμης δ΄ εἶμι πρὸς τὸ καρτερόν.

395  οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω

396  μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην͵

397  Ἑκάτην͵ μυχοῖς ναίουσαν ἑστίας ἐμῆς͵

398  χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.

399  πικροὺς δ΄ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους͵

400  πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.

401  ἀλλ΄ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι͵

402  Μήδεια͵ βουλεύουσα καὶ τεχνωμένη·

403  ἕρπ΄ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.

404  ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ΄ ὀφλεῖν

405  τοῖς Σισυφείοις τοῖς τ΄ Ἰάσονος γάμοις͵

406  γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ΄ ἄπο.

407  ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν

408  γυναῖκες͵ ἐς μὲν ἔσθλ΄ ἀμηχανώταται͵

409  κακῶν δὲ πάντων τέκτονες σοφώταται.

×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.