×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.

image

Greek Readings 2, Homer, Iliad 1, 1-16 W H D Rouse

Homer, Iliad 1, 1-16 W H D Rouse

1 Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος

2 οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε,

3 πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν

4 ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

5 οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή,

6 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε

7 Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.

8 Tίς τ᾿ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;

9 Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς

10 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,

11 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

12 Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

13 λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα,

14 στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηϐόλου Ἀπόλλωνος

15 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,

16 Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·

Homer, Iliad 1, 1-16 W H D Rouse

1 Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος 1 Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος

2 οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε, 2 οὐλομένην, ἣ μυρί Ἀχαιοῖς ἄλγε ἔθηκε;