×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.


image

GCSE Greek 2017, Herodotus Amasis, Euenius, Pactyas, 7. Pactyas 97-112, FINAL

97 “Ὦναξ, ἤλθε παρ' ἡμᾶς ἱκέτης Πακτύης ὁ Λυδός, φεύγων θάνατον βίαιον πρὸς Περσῶν· οἱ δε αὐτον ἐξαιτοῦνται προεῖναι Κυμαίους κελεύοντες. 100 ἡμεῖς δέ, δειμαίνοντες τὴν Περσῶν δύναμιν, τὸν ἱκέτην εἰς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι, πρὶν ἂν τὸ ἀπὸ σοῦ ἡμῖν δηλωθῇ ἀκριβῶς ὁπότερα ποιῶμεν.” 102 Ὁ μὲν ταῦτα ἐπηρώτα· ὁ δὲ θεὸς αὐθις τὸν αὐτὸν χρησμὸν ἔφαινε, κελεύων ἐκδιδόναι Πακτύην τοῖς Πέρσαις. 104 πρὸς ταῦτα ὁ Ἀριστόδικος ἐκ προνοίας ἐποίει τάδε· περιιὼν τὸν νεὼν κύκλῳ ἐξῄρει τοὺς στρουθοὺς, καὶ ἄλλα ὅσα ἦν νενεοττευμένα ὀρνίθων γένη ἐν τῷ νεῷ.

106 ποιοῦντος δὲ αὐτοῦ ταῦτα, φωνὴ ἐκ τοῦ ἀδύτου ἐγένετο λέγουσα τάδε· 107“ Ἀνοσιῶτατε ἀνθρώπων, τί τάδε τολμᾷς ποιεῖν ; τοὺς ἱκέτας μου ἐκ τοῦ νεὼ κεραίζεις;” 108 Ἀριστόδικος δὲ οὐκ ἀπορήσας πρός ταῦτα εἶπεν· 109 “ Ὦναξ, αὐτὸς μὲν οὕτω τοῖς ἱκέταις βοηθεῖς, Κυμαίους δὲ κελεύεις τὸν ἱκὲτην ἐκδιδόναι.” ὁ δὲ θεὸς αὐθις ἠμείψατο τοῖσδε· 111 “Ναὶ κελεύω, ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετῶν ἐκδόσεως ἔλθητε ἐπὶ τὸ χρηστήριον.»


97 “Ὦναξ, ἤλθε παρ' ἡμᾶς ἱκέτης Πακτύης ὁ Λυδός, φεύγων θάνατον βίαιον πρὸς Περσῶν·    οἱ δε αὐτον ἐξαιτοῦνται προεῖναι Κυμαίους κελεύοντες.

100 ἡμεῖς δέ, δειμαίνοντες τὴν Περσῶν δύναμιν, τὸν ἱκέτην εἰς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι, πρὶν ἂν τὸ ἀπὸ σοῦ ἡμῖν δηλωθῇ ἀκριβῶς ὁπότερα ποιῶμεν.”

102 Ὁ μὲν ταῦτα ἐπηρώτα· ὁ δὲ θεὸς αὐθις τὸν αὐτὸν χρησμὸν ἔφαινε, κελεύων ἐκδιδόναι Πακτύην τοῖς Πέρσαις.

104 πρὸς ταῦτα ὁ Ἀριστόδικος ἐκ προνοίας ἐποίει τάδε·  περιιὼν τὸν νεὼν κύκλῳ ἐξῄρει τοὺς στρουθοὺς, καὶ ἄλλα ὅσα ἦν νενεοττευμένα ὀρνίθων γένη ἐν τῷ νεῷ.

106  ποιοῦντος δὲ αὐτοῦ ταῦτα, φωνὴ ἐκ τοῦ ἀδύτου ἐγένετο λέγουσα τάδε·

107“ Ἀνοσιῶτατε ἀνθρώπων, τί τάδε τολμᾷς ποιεῖν ; τοὺς ἱκέτας μου ἐκ τοῦ νεὼ κεραίζεις;”

108 Ἀριστόδικος δὲ οὐκ ἀπορήσας πρός ταῦτα εἶπεν·

109  “ Ὦναξ, αὐτὸς μὲν οὕτω τοῖς ἱκέταις βοηθεῖς, Κυμαίους δὲ κελεύεις τὸν ἱκὲτην ἐκδιδόναι.”

ὁ δὲ θεὸς αὐθις ἠμείψατο τοῖσδε·

111  “Ναὶ κελεύω, ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετῶν ἐκδόσεως ἔλθητε ἐπὶ τὸ χρηστήριον.»