×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.

image

GCSE Greek 2017, Herodotus Amasis, Euenius, Pactyas, 6. Pactyas 82-96, FINAL

80 Ὀ μὲν Πακτύης, δείσας τοὺς Πέρσας, ᾤχετο φεύγων εἰς Κύμην· ὁ δὲ Μαζάρης ἔπεμπεν εἰς τὴν Κύμην ἀγγέλους, ἐκδιδόναι κελεύων Πακτύην.

82 οἱ δὲ Κυμαῖοι ἔγνωσαν συμβουλῆς πέρι εἰς θεὸν τὸν ἐν Βραγχίδαις ἀναφέρειν. ἦν γὰρ αὑτόθι μαντεῖον ἐκ παλαιοῦ ἱδρυμένον, ᾧ Ἴωνές τε πάντες καὶ Αἰολεῖς εἰῶθεσαν χρῆσθαι.

85 πέμψαντες οὖν οἱ Κυμαῖοι θεοπρόπους ἠρώτων ὁποῖόν τι περὶ Πακτύην ποιοῦντες θεοῖς μέλλοιεν χαριεῖσθαι. ἐπερωτῶσι δὲ αὐτοῖς ταῦτα χρηστήριον ἐγένετο ἐκδιδόναι Πακτύην τοῖς Πέρσαις.

88 Ταῦτα δὲ ὡς ἢκουσαν οἱ Κυμαῖοι ὡρμῶντο ἐκδιδόναι· ὁρμωμένου δὲ τοῦ πλήθους, Ἀριστόδικος, ἀνὴρ τῶν ἀστῶν δόκιμος, ἔσχε μὴ ποιῆσαι ταῦτα τοὺς Κυμαίους, ἀπιστῶν τε τῷ χρησμῷ, καὶ δοκῶν τοὺς θεοπρόπους οὐ λέγειν ἀληθῶς· εἰς ὃ, τὸ δεύτερον περὶ Πακτύου ἐπερησόμενοι, ᾖσαν ἄλλοι θεοπρόποι ὧν καὶ Ἀριστόδικος ἦν.

93 Ἀφικομένων δὲ αὐτῶν εἰς Βραγχίδας, ἐχρηστηριάζετο ἐκ πάντων Ἀριστόδικος ὲπερωτῶν τάδε.