image

GCSE Greek 2017, Herodotus Amasis, Euenius, Pactyas, 5. Euenius 64-80. FINAL

64 Οἱ δὲ Ἀπολλωνιᾶται ἀπόρρητα ποιησάμενοι τὰ χρηστήρια ταῦτα, προύθεσαν ἀστοῖς τισι διαπρᾶξαι· οἱ δε αὐτοῖς διέπραξαν ὧδε·

66 καθημένου Εὐηνίου ἐν θάκῳ, ἐλθόντες παρίζοντο αὐτῷ, καὶ λόγους ἄλλους ἐποιοῧντο εἰς ὃ κατέβαινον συλλυπούμενοι τῷ πάθει.

68 ταύτῃ δὲ ὑπάγοντες ἠρώτων τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιᾶται δίκας ὑποστῆναι δῶσειν τῶν ποιηθέντων.

70 ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο, εἰπὼν ὁτι εἰ δοθεῖεν αὐτῷ ἀγροί τινες καλλίστοι ὄντες τῶν ἐν τῇ Ἀπολλωνίᾳ, καὶ οἴκησις πρὸς τούτοις, ἣν ᾔδει καλλίστην οὖσαν τῶν ἐν πόλει, τὸ λοίπον ἀμήνιτος ἂν εἴη, καὶ αὕτη ἡ δίκη ἂν ἀποχρῴη.

74 καὶ ὁ μὲν ταῦτα ἔλεγεν, οἱ δὲ πάρεδροι εἶπον ὑπολαβόντες,

75 “ Εὐήνιε, ταῦτην τὴν δίκην Ἀπολλωνιᾶται τῆς ἐκτυφλώσεως ἐκτίνουσι κατὰ θεοπρόπια τὰ γενόμενα. Ὁ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποιεῖτο, ἐντεῦθεν πυθόμενος τὸν πάντα λόγον, ὡς ἐξαπατηθείς·

οἱ δὲ διδόασιν αὐτῷ ἃ εἵλετο. καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχεν ὥστε καὶ ὀνομαστὸς γενέσθαι.



Want to learn a language?


Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language learning online @ LingQ

64 Οἱ δὲ Ἀπολλωνιᾶται ἀπόρρητα ποιησάμενοι τὰ χρηστήρια ταῦτα, προύθεσαν ἀστοῖς τισι διαπρᾶξαι· οἱ δε αὐτοῖς διέπραξαν ὧδε·

66 καθημένου Εὐηνίου ἐν θάκῳ, ἐλθόντες παρίζοντο αὐτῷ, καὶ λόγους ἄλλους ἐποιοῧντο εἰς ὃ κατέβαινον συλλυπούμενοι τῷ πάθει.

68 ταύτῃ δὲ ὑπάγοντες ἠρώτων τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιᾶται δίκας ὑποστῆναι δῶσειν τῶν ποιηθέντων.

70 ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο, εἰπὼν ὁτι εἰ δοθεῖεν αὐτῷ ἀγροί τινες καλλίστοι ὄντες τῶν ἐν τῇ Ἀπολλωνίᾳ, καὶ οἴκησις πρὸς τούτοις, ἣν ᾔδει καλλίστην οὖσαν τῶν ἐν πόλει, τὸ λοίπον ἀμήνιτος ἂν εἴη, καὶ αὕτη ἡ δίκη ἂν ἀποχρῴη.

74 καὶ ὁ μὲν ταῦτα ἔλεγεν, οἱ δὲ πάρεδροι εἶπον ὑπολαβόντες,

75 “ Εὐήνιε, ταῦτην τὴν δίκην Ἀπολλωνιᾶται τῆς ἐκτυφλώσεως ἐκτίνουσι κατὰ θεοπρόπια τὰ γενόμενα. »

Ὁ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποιεῖτο, ἐντεῦθεν πυθόμενος τὸν πάντα λόγον, ὡς  ἐξαπατηθείς·

οἱ δὲ διδόασιν αὐτῷ ἃ εἵλετο. καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχεν ὥστε καὶ ὀνομαστὸς γενέσθαι.

×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.