44 Ἔστιν ἐν τῇ Ἀπολλωνίᾳ ἱερὰ ὴλίου πρόβατα, ἃ τὰς μέν ἡμέρας βόσκεται παρὰ ποταμόν τινα, τὰς δὲ νύκτας ᾔρημένοι ἄνδρες, οἱ πλοῦτῳ τε καὶ γένει δοκιμώτατοι τῶν ἀστῶν, φυλάττουσιν ἐνιαυτὸν ἕκαστος·
47 περὶ πολλοῦ γὰρ δὴ ποιοῦνται οἱ Ἀπολλωνιαται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός·
ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆς πόλεως ἑκάς. ἔνθα δὴ τότε ὁ Εὐήνιος οὗτος ῄρημένος ἐφύλασσε.
50 Καί ποτε αὐτοῦ κατακοιμηθέντος, λύκοι εἰς τὸ ἄντρον εἰσελθόντες διέφθειραν τῶν προβάτων ὡς ἑξήκοντα. ὁ δὲ ὡς ᾔσθετο εἶχε σιγῇ καὶ ἔφραζεν οὐδενί, ἐν νῷ ἔχων ἀντικαταστήσειν ἄλλα πριάμενος.
53 οἱ δὲ Ἀπολλωνιᾶται ὡς ἐπύθοντο, οὐ γὰρ ἔλαθεν αὐτοὺς ταῦτα γενόμενα, ὑπαγαγόντες αὐτὸν ὑπὸ δικαστήριον κατέκριναν τῆς ὄψεως στερηθῆναι.
(b) Ἐπεὶ δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν, αὐτίκα μετὰ ταῦτα οὕτε πρόβατά αὐτοὶς ἔτικτεν, οὔτε γῆ ἔφερεν ὁμοίως καρπόν.
ἐπερωτωμένοις δὲ αὐτοῖς ἐν τε Δωδώνῃ καὶ ἐν Δελφοῖς τὸ αἴτιον τοῦ παρόντος κακοῦ, τοιάδε ἐφραζον οἱ θεοί·
“ Ἀδίκως τὸν φύλακα τῶν ἱερῶν προβάτων Εὐήνιον τῆς ὄψεως ἐστερήσατε·ἡμεῖς γὰρ ἐφωρμήσαμεν τοὺς λύκους, οὐ πρότερόν τε παυσόμεθα τιμωροῦντες ἐκείνῳ πρῖν ἂν δίκας δῶτε ἃς ἂν αὐτος ἕληται καὶ δικαιοῖ·
62 τοῦτων δὲ τελουμένων αὐτοὶ δώσομεν Εὐηνίῳ δόσιν τοιαύτην ἣν ἔχοντα πολλοὶ ἀνθρώπων μακαριοῦσιν αὐτόν.»