×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.

image

GCSE Greek 2017, Herodotus Amasis, Euenius, Pactyas, 2. Amasis 16-32, FINAL

16 ἐχρῆτο δὲ καταστάσει πραγμάτων τοιᾷδε·

τὸ μὲν ὄρθριον, μέχρι πληθοῦσης ἀγορᾶς, προθύμως ἔπραττε τὰ προσφερόμενα πράγματα.

19 τὸ δὲ ἀπὸ τοῦδε ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ παιγνιήμων.

ἀχθεσθέντες δὲ τούτοις οἱ φίλοι αὐτοῦ ἐνουθέτουν αὐτὸν, τοιάδε λέγοντες·

21 Ὦ βασιλεῦ, οὐκ ὀρθῶς σεαυτοῦ προύστηκας, εἰς τὸ ἄγαν φλαῦρον προάγων σεαυτὸν. σὲ γὰρ χρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θακοῦντα δι' ἡμέρας πράσσειν τὰ πράγματα· 24 καὶ οὕτως Αἰγύπτιοί τ' ἂν ἠπίσταντο ὡς ὑπ' ἀνδρὸς μεγάλου ἄρχονται καὶ ἄμεινον σὺ ἂν ἢκουες· νῦν δὲ ποιεῖς οὐδαμῶς βασιλικά. 26 Ὀ δὲ ἠμείβετο τοῖσδε αὐτούς·

“Οἱ τὰ τόξα κεκτημένοι, ἐπὴν μὲν δέωνται χρῆσθαι, ἐντείνουσιν· ἐπὴν δὲ χρήσωνται, ἐκλύουσιν·

28 εἰ γὰρ δὴ τὸν πάντα χρόνον ἐντεταμένα εἴη, ἐκραγείη ἂν ὥστε εἰς τὸ δέον οὐκ ἂν ἔχοιεν αὐτοῖς χρῆσθαι.

οὕτω δὴ καὶ ἀνθρώπου κατάστασις· εἰ ἐθέλοι κατεσπουδάσθαι ἀεὶ μηδὲ εἰς παιγνίαν τὸ μἐρος ἑαυτὸν ἀνιέναι, λάθοι ἂν ἤτοι μανεὶς ἢ ἀπόπληκτος γενόμενος·

32 ἃ ἐγὼ ἐπιστάμενος μέρος ἑκατέρῳ νέμω.”

16 ἐχρῆτο δὲ καταστάσει πραγμάτων τοιᾷδε·

τὸ μὲν ὄρθριον, μέχρι πληθοῦσης ἀγορᾶς, προθύμως ἔπραττε τὰ προσφερόμενα πράγματα.

19 τὸ δὲ ἀπὸ τοῦδε ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ  παιγνιήμων.

ἀχθεσθέντες δὲ τούτοις οἱ φίλοι αὐτοῦ ἐνουθέτουν αὐτὸν, τοιάδε λέγοντες·

21 Ὦ βασιλεῦ, οὐκ ὀρθῶς σεαυτοῦ προύστηκας, εἰς τὸ ἄγαν φλαῦρον προάγων σεαυτὸν. σὲ γὰρ χρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θακοῦντα δι' ἡμέρας πράσσειν τὰ πράγματα·

24 καὶ οὕτως Αἰγύπτιοί τ' ἂν ἠπίσταντο ὡς ὑπ' ἀνδρὸς μεγάλου ἄρχονται καὶ ἄμεινον σὺ ἂν ἢκουες· νῦν δὲ ποιεῖς οὐδαμῶς βασιλικά.

26 Ὀ δὲ ἠμείβετο τοῖσδε αὐτούς·