image

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α, ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 5

5:1 περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι 5:2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται 5:3 ὅταν γὰρ λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ καὶ οὐ μὴ ἐκφύγωσιν 5:4 ὑμεῖς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ 5:5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους 5:6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν 5:7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν 5:8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας 5:9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ 1 Thessalonians 5:10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν 5:11 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα καθὼς καὶ ποιεῖτε 5:12 ἐρωτῶμεν δὲ ὑμᾶς ἀδελφοί εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς 5:13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν εἰρηνεύετε ἐν ἑαυτοῖς 5:14 παρακαλοῦμεν δὲ ὑμᾶς ἀδελφοί νουθετεῖτε τοὺς ἀτάκτους παραμυθεῖσθε τοὺς ὀλιγοψύχους ἀντέχεσθε τῶν ἀσθενῶν μακροθυμεῖτε πρὸς πάντας 5:15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας 5:16 πάντοτε χαίρετε 5:17 ἀδιαλείπτως προσεύχεσθε 5:18 ἐν παντὶ εὐχαριστεῖτε τοῦτο γὰρ θέλημα θεοῦ ἐν χριστῷ ἰησοῦ εἰς ὑμᾶς 5:19 τὸ πνεῦμα μὴ σβέννυτε 1 Thessalonians 5:20 προφητείας μὴ ἐξουθενεῖτε 5:21 πάντα δοκιμάζετε τὸ καλὸν κατέχετε 5:22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε 5:23 αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τηρηθείη 5:24 πιστὸς ὁ καλῶν ὑμᾶς ὃς καὶ ποιήσει 5:25 ἀδελφοί προσεύχεσθε περὶ ἡμῶν 5:26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ 5:27 ὀρκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἁγίοις ἀδελφοῖς 5:28 ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν ἀμήν πρός φεσσαλονικείς πρώτη ἐγράφη ἀπό ἀθηνῶν



Want to learn a language?


Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language learning online @ LingQ

5:1 περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι 5:2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται 5:3 ὅταν γὰρ λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ καὶ οὐ μὴ ἐκφύγωσιν 5:4 ὑμεῖς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ 5:5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους 5:6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν 5:7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν 5:8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας 5:9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ 1 Thessalonians 5:10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν 5:11 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα καθὼς καὶ ποιεῖτε 5:12 ἐρωτῶμεν δὲ ὑμᾶς ἀδελφοί εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς 5:13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν εἰρηνεύετε ἐν ἑαυτοῖς 5:14 παρακαλοῦμεν δὲ ὑμᾶς ἀδελφοί νουθετεῖτε τοὺς ἀτάκτους παραμυθεῖσθε τοὺς ὀλιγοψύχους ἀντέχεσθε τῶν ἀσθενῶν μακροθυμεῖτε πρὸς πάντας 5:15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας 5:16 πάντοτε χαίρετε 5:17 ἀδιαλείπτως προσεύχεσθε 5:18 ἐν παντὶ εὐχαριστεῖτε τοῦτο γὰρ θέλημα θεοῦ ἐν χριστῷ ἰησοῦ εἰς ὑμᾶς 5:19 τὸ πνεῦμα μὴ σβέννυτε 1 Thessalonians 5:20 προφητείας μὴ ἐξουθενεῖτε 5:21 πάντα δοκιμάζετε τὸ καλὸν κατέχετε 5:22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε 5:23 αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τηρηθείη 5:24 πιστὸς ὁ καλῶν ὑμᾶς ὃς καὶ ποιήσει 5:25 ἀδελφοί προσεύχεσθε περὶ ἡμῶν 5:26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ 5:27 ὀρκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἁγίοις ἀδελφοῖς 5:28 ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν ἀμήν πρός φεσσαλονικείς πρώτη ἐγράφη ἀπό ἀθηνῶν


×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.