image

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19

1 τότε οὖν ἔλαβεν ὁ πιλᾶτος τὸν ἰησοῦν καὶ ἐμαστίγωσεν 2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν 3 καὶ ἔλεγον χαῖρε ὁ βασιλεὺς τῶν ἰουδαίων καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα 4 ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ πιλᾶτος καὶ λέγει αὐτοῖς ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω 5 ἐξῆλθεν οὖν ὁ ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ λέγει αὐτοῖς ἴδε ὁ ἄνθρωπος 6 ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες σταύρωσον σταύρωσον λέγει αὐτοῖς ὁ πιλᾶτος λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν 7 ἀπεκρίθησαν αὐτῷ οἱ ἰουδαῖοι ἡμεῖς νόμον ἔχομεν καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν ὅτι ἑαυτὸν υἱὸν θεοῦ ἐποίησεν 8 ὅτε οὖν ἤκουσεν ὁ πιλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ἰησοῦ πόθεν εἶ σύ ὁ δὲ ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ 10 λέγει οὖν αὐτῷ ὁ πιλᾶτος ἐμοὶ οὐ λαλεῖς οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε 11 ἀπεκρίθη ὁ ἰησοῦς οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει 12 ἐκ τούτου ἐζήτει ὁ πιλᾶτος ἀπολῦσαι αὐτόν οἱ δὲ ἰουδαῖοι ἔκραζον λέγοντες ἐὰν τοῦτον ἀπολύσῃς οὐκ εἶ φίλος τοῦ καίσαρος πᾶς ὁ βασιλέα αὐτόν ποιῶν ἀντιλέγει τῷ καίσαρι 13 ὁ οὖν πιλᾶτος ἀκούσας τοῦτον τὸν λογὸν, ἤγαγεν ἔξω τὸν ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον ἑβραϊστὶ δὲ γαββαθα 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα ὥρα δὲ ὡσεὶ ἕκτη καὶ λέγει τοῖς ἰουδαίοις ἴδε ὁ βασιλεὺς ὑμῶν 15 οἱ δὲ ἐκραύγασαν ἆρον ἆρον σταύρωσον αὐτόν λέγει αὐτοῖς ὁ πιλᾶτος τὸν βασιλέα ὑμῶν σταυρώσω ἀπεκρίθησαν οἱ ἀρχιερεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ παρέλαβον δὲ τὸν ἰησοῦν καὶ ἀπήγαγον 17 καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον ὃς λέγεται ἑβραϊστὶ γολγοθα 18 ὅπου αὐτὸν ἐσταύρωσαν καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν μέσον δὲ τὸν ἰησοῦν 19 ἔγραψεν δὲ καὶ τίτλον ὁ πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ ἦν δὲ γεγραμμένον ἰησοῦς ὁ ναζωραῖος ὁ βασιλεὺς τῶν ἰουδαίων 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ἰουδαίων ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ ἰησοῦς καὶ ἦν γεγραμμένον ἑβραϊστί ἑλληνιστί ῥωμαϊστί 21 ἔλεγον οὖν τῷ πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ἰουδαίων μὴ γράφε ὁ βασιλεὺς τῶν ἰουδαίων ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπεν βασιλεύς εἰμι τῶν ἰουδαίων 22 ἀπεκρίθη ὁ πιλᾶτος ὅ γέγραφα γέγραφα 23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη ἑκάστῳ στρατιώτῃ μέρος καὶ τὸν χιτῶνα ἦν δὲ ὁ χιτὼν ἄῤῥαφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου 24 εἶπον οὖν πρὸς ἀλλήλους μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν 25 εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ μαρία ἡ τοῦ κλωπᾶ καὶ μαρία ἡ μαγδαληνή 26 ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί αὐτοῦ, γύναι ἰδοῦ ὁ υἱός σου 27 εἶτα λέγει τῷ μαθητῇ ἰδού, ἡ μήτηρ σου καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια 28 μετὰ τοῦτο εἰδὼς ὁ ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται ἵνα τελειωθῇ ἡ γραφή λέγει διψῶ 29 σκεῦος οὖν ἔκειτο ὄξους μεστόν οἱ δὲ, πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι 30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ ἰησοῦς εἶπεν τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα 31 οἱ οὖν ἰουδαῖοι ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου ἠρώτησαν τὸν πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν 32 ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ 33 ἐπὶ δὲ τὸν ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη 34 ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει ἵνα ὑμεῖς πιστεύσητε 36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει ὄψονται εἰς ὃν ἐξεκέντησαν 38 μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν πιλᾶτον ὁ ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας ὢν μαθητὴς τοῦ ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν ἰουδαίων ἵνα ἄρῃ τὸ σῶμα τοῦ ἰησοῦ καὶ ἐπέτρεψεν ὁ πιλᾶτος ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ ἰησοῦ 39 ἦλθεν δὲ καὶ νικόδημος ὁ ἐλθὼν πρὸς τὸν ἰησοῦν νυκτὸς τὸ πρῶτον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡσεὶ λίτρας ἑκατόν 40 ἔλαβον οὖν τὸ σῶμα τοῦ ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοῖς ἰουδαίοις ἐνταφιάζειν 41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη 42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον ἔθηκαν τὸν ἰησοῦν

Want to learn a language?

Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language learning online @ LingQ

×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.