image

Τὸ Εὐαγγέλιον κατὰ Μάρκον | The Gospel according to Mark | Koine–YouTube videos, Mark 5 (Koine) - YouTube

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν.

Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν µνηµείων ἄνθρωπος ἐν πνεύµατι ἀκαθάρτῳ,

ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς µνήµασιν· καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,

διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ' αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι·

καὶ οὐδεὶς αὐτὸν ἴσχυεν δαµάσαι·

καὶ διὰ παντός, νυκτὸς καὶ ἡµέρας, ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς µνήµασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.

Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ µακρόθεν, ἔδραµεν καὶ προσεκύνησεν αὐτῷ,

καὶ κράξας φωνῇ µεγάλῃ εἶπεν, Τί ἐµοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, µή µε βασανίσῃς.

Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦµα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.

Καὶ ἐπηρώτα αὐτόν, Τί σοι ὄνοµα;

Καὶ ἀπεκρίθη, λέγων, Λεγεὼν ὄνοµά µοι, ὅτι πολλοί ἐσµεν.

Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα µὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.

Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων µεγάλη βοσκοµένη·

καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίµονες, λέγοντες, Πέµψον ἡµᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωµεν.

Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύµατα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους·

καὶ ὥρµησεν ἡ ἀγέλη κατὰ τοῦ κρηµνοῦ εἰς τὴν θάλασσαν·

ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.

Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.

Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός·

καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιµονιζόµενον καθήµενον καὶ ἱµατισµένον καὶ σωφρονοῦντα,

τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν.

Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιµονιζοµένῳ, καὶ περὶ τῶν χοίρων.

Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.

Καὶ ἐµβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιµονισθείς, ἵνα ᾖ µετ' αὐτοῦ.

Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ,

Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ κύριος πεποίηκεν, καὶ ἠλέησέν σε.

Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύµαζον.

Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν,

συνήχθη ὄχλος πολὺς ἐπ' αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.

Καὶ ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόµατι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,

καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι

Τὸ θυγάτριόν µου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται.

Καὶ ἀπῆλθεν µετ' αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.

Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵµατος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν,

καὶ δαπανήσασα τὰ παρ' αὐτῆς πάντα, καὶ µηδὲν ὠφεληθεῖσα, ἀλλὰ µᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,

ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱµατίου αὐτοῦ·

ἔλεγεν γὰρ ὅτι Κἂν τῶν ἱµατίων αὐτοῦ ἅψωµαι, σωθήσοµαι.

Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵµατος αὐτῆς, καὶ ἔγνω τῷ σώµατι ὅτι ἴαται ἀπὸ τῆς µάστιγος.

Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναµιν ἐξελθοῦσαν,

ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγεν,

Τίς µου ἥψατο τῶν ἱµατίων;

Καὶ ἔλεγον αὐτῷ οἱ µαθηταὶ αὐτοῦ,

Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς µου ἥψατο;

Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.

Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέµουσα, εἰδυῖα ὃ γέγονεν ἐπ' αὐτῇ,

ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.

Ὁ δὲ εἶπεν αὐτῇ, Θύγατερ, ἡ πίστις σου σέσωκέν σε·

ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς µάστιγός σου.

Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι

Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;

Ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούµενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· µόνον πίστευε.

Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ µὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.

Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας καὶ ἀλαλάζοντας πολλά.

Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

Καὶ κατεγέλων αὐτοῦ.

Ὁ δέ, ἐκβαλὼν πάντας, παραλαµβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν µητέρα καὶ τοὺς µετ' αὐτοῦ,

καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείµενον.

Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦµι·

ὅ ἐστιν µεθερµηνευόµενον, Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι.

Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα·

καὶ ἐξέστησαν ἐκστάσει µεγάλῃ.

Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα µηδεὶς γνῷ τοῦτο· καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Want to learn a language?

Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language learning online @ LingQ

×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.