image

The Gospel of John, John 9

9:1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς

9:2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββί τίς ἥμαρτεν οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ

9:3 ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ

9:4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι

9:5 ὅταν ἐν τῷ κόσμῳ ὦ φῶς εἰμι τοῦ κόσμου

9:6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,

9:7 καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται Ἀπεσταλμένος ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων

9:8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν

9:9 ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν ἄλλοι δὲ, ὅτι ὅμοιος αὐτῷ ἐστιν ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι

9:10 ἔλεγον οὖν αὐτῷ Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί

9:11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπέν ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπεν, μοι Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα

9:12 εἶπον οὖν αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος λέγει Οὐκ οἶδα

9:13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν

9:14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς

9:15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμούς μου καὶ ἐνιψάμην καὶ βλέπω

9:16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές οὗτος ὁ ἄνθρωπος Οὐκ ἔστιν παρὰ τοῦ θεοῦ ὅτι τὸ σάββατον οὐ τηρεῖ ἄλλοι ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς

9:17 λέγουσιν τῷ τυφλῷ πάλιν σὺ Τί λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξεν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν

9:18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος

9:19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη πῶς οὖν ἄρτι βλέπει

9:20 ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·

9:21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε αὐτὸς περὶ αὐτοῦ λαλήσει

9:22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν ἀποσυνάγωγος γένηται

9:23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον, ὅτι Ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε

9:24 Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν

9:25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω

9:26 εἶπον δὲ αὐτῷ πάλιν, Τί ἐποίησέν σοι πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς

9:27 ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι

9:28 ἐλοιδόρησαν οὖν αὐτὸν καὶ εἶπον Σὺ εἶ μαθητὴς ἐκείνου ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί·

9:29 ἡμεῖς οἴδαμεν ὅτι Μωσῃ λελάληκεν ὁ θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν

9:30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἀνέῳξεν μου τοὺς ὀφθαλμούς

9:31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει

9:32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξεν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·

9:33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν

9:34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω

9:35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ

9:36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν

9:37 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν

9:38 ὁ δὲ ἔφη Πιστεύω κύριε· καὶ προσεκύνησεν αὐτῷ

9:39 καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται

9:40 καὶ Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾽ αὐτοῦ καὶ εἶπον αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν

9:41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν ἡ οὖν ἁμαρτία ὑμῶν μένει

Want to learn a language?

Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language learning online @ LingQ

×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.