image

The Gospel of John, John 16

16:1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε

16:2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ

16:3 καὶ ταῦτα ποιήσουσιν ὑμῖν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ

16:4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ᾽ ὑμῶν ἤμην

16:5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις

16:6 ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν

16:7 ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ πέμψω αὐτὸν πρὸς ὑμᾶς

16:8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·

16:9 περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·

16:10 περὶ δικαιοσύνης δέ ὅτι πρὸς τὸν πατέρα μου ὑπάγω καὶ οὐκ ἔτι θεωρεῖτέ με·

16:11 περὶ δὲ κρίσεως ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται

16:12 Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι·

16:13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς εἰς πάσαν τῆν ἀληθείαν· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν

16:14 ἐκεῖνος ἐμὲ δοξάσει ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν

16:15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν

16:16 Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα

16:17 εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με καί Ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα

16:18 ἔλεγον οὖν τοῦτο Τί ἐστιν ὃ λέγει τὸ μικρόν οὐκ οἴδαμεν τί λαλεῖ

16:19 ἔγνω οὖν ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με

16:20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ὁ δὲ κόσμος χαρήσεται ὑμεῖς δὲ λυπηθήσεσθε ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται

16:21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκ ἔτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον

16:22 καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν

16:23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἄν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν

16:24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη

16:25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὐκ ἔτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀναγγελῶ ὑμῖν

16:26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·

16:27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ θεοῦ ἐξῆλθον

16:28 ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα

16:29 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις

16:30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες

16:31 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἄρτι πιστεύετε

16:32 ἰδού, ἔρχεται ὥρα καὶ νῦν ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστιν

16:33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε ἀλλὰ θαρσεῖτε ἐγὼ νενίκηκα τὸν κόσμον

Want to learn a language?

Learn from this text and thousands like it on LingQ.

  • A vast library of audio lessons, all with matching text
  • Revolutionary learning tools
  • A global, interactive learning community.

Language learning online @ LingQ

×

We use cookies to help make LingQ better. By visiting the site, you agree to our cookie policy.